Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 16.259 Joseph. AJ 16.265 (English) >>Joseph. AJ 16.270

16.263μετῄει δὲ τάξιν ἑτέραν τὴν ἐπανόρθωσιν τῶν ἠτυχημένων, ὀργιζόμενος τῷ νεανίσκῳ κἀκεῖνον ἐπιεικῆ λέγων τῷ μηδὲν ἐκ προπετείας ἐργάσασθαι, τόν τε γάμον διαλύσειν ἔφη πρὸς τὸν Ἀλέξανδρον, καὶ μηδʼ ἂν τῆς θυγατρὸς φείσασθαι, εἴ τι συνειδυῖα τούτῳ οὐ κατεμήνυσεν. 16.264τοιούτου δʼ ὄντος οὐ κατὰ προσδοκίαν ὧν Ἡρώδης ᾤετο, τὸ δὲ πλέον ὑπὲρ αὐτοῦ τὴν ὀργὴν ἐπιδεικνυμένου, μετέπιπτεν βασιλεὺς τῆς χαλεπότητος καὶ λαβὼν ἐκ τοῦ δικαίου δοκεῖν τὰ πεπραγμένα πεποιηκέναι κατὰ μικρὸν εἰς τὸ τοῦ πατρὸς ἀντιμεθίστατο πάθος. 16.265οἰκτρὸς δʼ ἦν ἐν ἀμφοτέροις, ὅτε μὲν ἀπελύοντό τινες τὰς τοῦ νεανίσκου διαβολὰς εἰς ὀργὴν ἐκταραττόμενος, ἐπειδὴ δὲ Ἀρχέλαος συγκατηγόρει, πρὸς δάκρυα καὶ λύπην οὐκ ἀπαθῆ μεθιστάμενος· ἐδεῖτο γοῦν ἐκείνου μήτε διαλύειν τὸν γάμον ὀργῆς τε ἔλαττον ἔχειν ἐφʼ οἷς νεανίσκος ἠδίκησεν. 16.266Ἀρχέλαος δὲ παραλαβὼν ἐπιεικέστερον εἴς τε τοὺς φίλους μετέφερεν τὰς διαβολάς, ἐκείνων εἶναι λέγων νέον ὄντα καὶ κακοηθείας ἀναίσθητον διαφθεῖραι, τόν τε ἀδελφὸν αὐτῷ μᾶλλον εἰς ὑποψίαν καθίστη· 16.267τοῦ γὰρ Ἡρώδου χαλεπῶς καὶ πρὸς τὸν Φερώραν ἔχοντος μὲν ἀπορίᾳ τοῦ διαλλάξοντος Ἀρχέλαον ὁρῶν μάλιστα δυνάμενον αὐτὸς τυχὼν πρὸς ἐκεῖνον ἐτράπετο μελανείμων καὶ πάντα τὰ σημεῖα τῆς μετὰ μικρὸν ἀπωλείας ἔχων,


Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 16.259 Joseph. AJ 16.265 (English) >>Joseph. AJ 16.270

Powered by PhiloLogic